Post by Amand Keultjes
Magazijnmederwerker III (vroeger "allround") bij Albert Heijn Regionaal DC te Delfgauw
ΚΑΤΑ ΛΟΥΚΑΝ [Kata Biblon] Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς , εἰς πόλιν Ἰούδα , καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου , καὶ ἠσπάσατο τὴν Ἐλισάβετ . Καὶ ἐγένετο ὡς ἤκουσεν { ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας ⬪ τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ } , ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς · καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ , καὶ ἀνεφώνησεν { φωνῇ ⬪ κραυγῇ } μεγάλῃ , καὶ εἶπεν , Εὐλογημένη σὺ ἐν γυναιξίν , καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου . Καὶ πόθεν μοι τοῦτο , ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς { μέ ⬪ ἐμέ } ; Ἰδοὺ γάρ , ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου , ἐσκίρτησεν { τὸ βρέφος ἐν ἀγαλλιάσει ⬪ ἐν ἀγαλλιάσει τὸ βρέφος } ἐν τῇ κοιλίᾳ μου . Καὶ μακαρία ἡ πιστεύσασα , ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου . Καὶ εἶπεν Μαριάμ , Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον , καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου . Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ . Ἰδοὺ γάρ , ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί . Ὅτι ἐποίησέν μοι { μεγαλεῖα ⬪ μεγάλα } ὁ δυνατός , καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ . Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς { γενεῶν ⬪ καὶ γενεὰς } τοῖς φοβουμένοις αὐτόν . Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ · διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν . Καθεῖλεν δυνάστας ἀπὸ θρόνων , καὶ ὕψωσεν ταπεινούς . Πεινῶντας ἐνέπλησεν ἀγαθῶν , καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς . Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ , μνησθῆναι ἐλέους , καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν , τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα . Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ { ὡσεὶ ⬪ ὡς } μῆνας τρεῖς , καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς .